Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.95.2 | Hdt. 3.97.3 (English) | >>Hdt. 3.98.4 |
3.97.1
αὗται μὲν ἀρχαί τε ἦσαν καὶ φόρων ἐπιτάξιες . ἡ Περσὶς δὲ χώρη μούνη μοι οὐκ εἴρηται δασμοφόρος · ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην .
3.97.2 οἵδε δὲ φόρον μὲν οὐδένα ἐτάχθησαν φέρειν , δῶρα δὲ ἀγίνεον · Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτῳ , τοὺς Καμβύσης ἐλαύνων ἐπὶ τοὺς μακροβίους Αἰθίοπας κατεστρέψατο , οἵ τε note περί τε Νύσην τὴν ἱρὴν κατοίκηνται καὶ τῷ Διονύσῳ ἀνάγουσι τὰς ὁρτάς · οὗτοι οἱ Αἰθίοπες καὶ οἱ πλησιόχωροι τούτοισι σπέρματι μὲν χρέωνται τῷ αὐτῷ τῷ καὶ οἱ Καλλαντίαι Ἰνδοί , οἰκήματα δὲ ἔκτηνται κατάγαια . note
3.97.3 οὗτοι συναμφότεροι διὰ τρίτου ἔτεος ἀγίνεον , ἀγινέουσι δὲ καὶ τὸ μέχρι ἐμεῦ , δύο χοίνικας ἀπύρου χρυσίου καὶ διηκοσίας φάλαγγας ἐβένου καὶ πέντε παῖδας Αἰθίοπας καὶ ἐλέφαντος ὀδόντας μεγάλους εἴκοσι .
3.97.4 Κόλχοι δὲ τὰ ἐτάξαντο ἐς τὴν δωρεὴν καὶ οἱ προσεχέες μέχρι Καυκάσιος ὄρεος (ἐς τοῦτο γὰρ τὸ ὄρος ὑπὸ Πέρσῃσι ἄρχεται , τὰ δὲ πρὸς βορέην ἄνεμον τοῦ Καυκάσιος Περσέων οὐδὲν ἔτι φροντίζει (, οὗτοι ὦν δῶρα τὰ ἐτάξαντο ἔτι καὶ ἐς ἐμὲ διὰ πεντετηρίδος ἀγίνεον , ἑκατὸν παῖδας καὶ ἑκατὸν παρθένους .
3.97.5 Ἀράβιοι δὲ χίλια τάλαντα ἀγίνεον λιβανωτοῦ ἀνὰ πᾶν ἔτος . ταῦτα μὲν οὗτοι δῶρα πάρεξ τοῦ φόρου βασιλέι ἐκόμιζον .
ch. 98
3.98.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.95.2 | Hdt. 3.97.3 (English) | >>Hdt. 3.98.4 |